Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.137 | Dem. 21.140 (English) | >>Dem. 21.144 |
21.139νῦν δʼ , οἶμαι , τούτου προβέβληται Πολύευκτος , Τιμοκράτης , Εὐκτήμων ὁ κονιορτός · τοιοῦτοί τινές εἰσι μισθοφόροι περὶ αὐτόν , καὶ πρὸς ἔθʼ ἕτεροι τούτοις , μαρτύρων συνεστῶσʼ ἑταιρεία , φανερῶς μὲν οὐκ ἐνοχλούντων ὑμῖν , σιγῇ δὲ τὰ ψευδῆ ῥᾷστʼ ἐπινευόντων . οὓς μὰ τοὺς θεοὺς οὐδὲν ὠφελεῖσθαι νομίζω παρὰ τούτου · ἀλλὰ δεινοί τινές εἰσιν , ὦ ἄνδρες Ἀθηναῖοι , φθείρεσθαι πρὸς τοὺς πλουσίους καὶ παρεῖναι καὶ μαρτυρεῖν .
21.140πάντα δὲ ταῦτʼ , οἶμαι , φοβέρʼ ἐστὶ τῶν ἄλλων ὑμῶν ἑκάστῳ καθʼ ἑαυτὸν ὅπως δύναται ζῶντι . οὗπερ εἵνεκα συλλέγεσθʼ ὑμεῖς , ἵνʼ , ὧν καθʼ ἕνʼ ἐστὶν ἕκαστος ὑμῶν ἐλάττων ἢ φίλοις ἢ τοῖς οὖσιν ἢ τῶν ἄλλων τινί , τούτων συλλεγέντες ἑκάστου κρείττους τε γίγνησθε καὶ παύητε τὴν ὕβριν .
τάχα τοίνυν καὶ τοιοῦτός τις ἥξει πρὸς ὑμᾶς λόγος , “τί δὴ τὰ καὶ τὰ πεπονθὼς ὁ δεῖνʼ οὐκ ἐλάμβανεν δίκην παρʼ ἐμοῦ ;” ἢ “τί δὴ ” πάλιν ἄλλον ἴσως τινὰ τῶν ἠδικημένων ὀνομάζων . ἐγὼ δὲ διʼ ἃς μὲν προφάσεις ἕκαστος ἀφίσταται τοῦ βοηθεῖν αὑτῷ , πάντας ὑμᾶς εἰδέναι νομίζω · καὶ γὰρ ἀσχολία καὶ ἀπραγμοσύνη καὶ τὸ μὴ δύνασθαι λέγειν καὶ ἀπορία καὶ μυρίʼ ἐστὶν αἴτια ·
21.142προσήκειν μέντοι τούτῳ μὴ ταῦτα λέγειν ἡγοῦμαι νυνί , ἀλλʼ ὡς οὐ πεποίηκέ τι τούτων ὧν αὐτοῦ κατηγόρηκα διδάσκειν , ἐὰν δὲ μὴ δύνηται , διὰ ταῦτʼ ἀπολωλέναι πολὺ μᾶλλον , εἰ γὰρ τηλικοῦτός τίς ἐστιν ὥστε τοιαῦτα ποιῶν δύνασθαι καθʼ ἕνʼ ἕκαστον ἡμῶν ἀποστερεῖν τοῦ δίκης παρʼ αὐτοῦ τυχεῖν , κοινῇ νῦν , ἐπειδήπερ εἴληπται , πᾶσιν ὑπὲρ ἁπάντων ἐστὶ τιμωρητέος ὡς κοινὸς ἐχθρὸς τῇ πολιτείᾳ .
21.141
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.137 | Dem. 21.140 (English) | >>Dem. 21.144 |